frontistirio

Εμφάνιση αναρτήσεων με ετικέτα ΡΗΤΟΡΙΚΑ ΚΕΙΜΕΝΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΡΗΤΟΡΙΚΑ ΚΕΙΜΕΝΑ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 29 Μαρτίου 2012

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ: Δημοσθένους "Φιλιπικός Α", (53)

    Ἐγὼ μὲν οὖν οὔτ' ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν ὅ τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ,νῦν θ' ἃ γιγνώσκω πάνθ' ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαρρησίασμαι.ἐβουλόμην δ' ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστ' ἀκούειν οἶδα,οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστ' εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. Νῦν δ' ἐπ' ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε,ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι.Νικῴη δ' ὅ τι πᾶσιν μέλλει συνοίσειν.